Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.19 Dem. 3.22 (English) >>Dem. 3.26

3.21καὶ ταῦτʼ οὐχ ἵνʼ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων οὐδʼ ἀτυχής εἰμʼ ἐγὼ ὥστʼ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων· ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα. 3.22ἐξ οὗ δʼ οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι ῥήτορεςτί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;” προπέποται τῆς παραυτίκα χάριτος τὰ τῆς πόλεως πράγματα, καὶ τοιαυτὶ συμβαίνει, καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δʼ ὑμέτερʼ αἰσχρῶς. 3.23καίτοι σκέψασθʼ, ἄνδρες Ἀθηναῖοι, τις ἂν κεφάλαιʼ εἰπεῖν ἔχοι τῶν τʼ ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλʼ οἰκείοις, ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι. 3.24ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθʼ οἱ λέγοντες οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δʼ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουε δʼ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαιʼ αὐτοὶ στρατευόμενοι, μόνοι δʼ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.19 Dem. 3.22 (English) >>Dem. 3.26

Powered by PhiloLogic